Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.133.1 | Hdt. 4.134.2 (English) | >>Hdt. 4.136.1 |
4.134.1 Πέρσῃσι δὲ μετὰ τὰ δῶρα ἐλθόντα Δαρείῳ ἀντετάχθησαν οἱ ὑπολειφθέντες Σκύθαι πεζῷ καὶ ἵπποισι ὡς συμβαλέοντες . τεταγμένοισι δὲ τοῖσι Σκύθῃσι λαγὸς ἐς τὸ μέσον διήιξε . τῶν δὲ ὡς ἕκαστοι ὥρων τὸν λαγὸν ἐδίωκον . ταραχθέντων δὲ τῶν Σκυθέων καὶ βοῇ χρεωμένων , εἴρετο ὁ Δαρεῖος τῶν ἀντιπολεμίων τὸν θόρυβον · πυθόμενος δὲ σφέας τὸν λαγὸν διώκοντας , εἶπε ἄρα πρὸς τούς περ ἐώθεε καὶ τὰ ἄλλα λέγειν ·
4.134.2 “οὗτοι ὧνδρες ἡμέων πολλὸν καταφρονέουσι , καί μοι νῦν φαίνεται Γοβρύης εἶπαι περὶ τῶν Σκυθικῶν δώρων ὀρθῶς . ὡς ὦν οὕτω ἤδη δοκεόντων καὶ αὐτῷ μοι ἔχειν , βουλῆς ἀγαθῆς δεῖ , ὅκως ἀσφαλέως ἡ κομιδὴ ἡμῖν ἔσται τὸ ὀπίσω .” πρὸς ταῦτα Γοβρύης εἶπε · “ὦ βασιλεῦ , ἐγὼ σχεδὸν μὲν καὶ λόγῳ ἠπιστάμην τούτων τῶν ἀνδρῶν τὴν ἀπορίην , ἐλθὼν δὲ μᾶλλον ἐξέμαθον , ὁρέων αὐτοὺς ἐμπαίζοντας ἡμῖν .
4.134.3 νῦν ὦν μοι δοκέει , ἐπεὰν τάχιστα νὺξ ἐπέλθῃ , ἐκκαύσαντας τὰ πυρὰ ὡς ἐώθαμεν καὶ ἄλλοτε ποιέειν , τῶν στρατιωτέων τοὺς ἀσθενεστάτους ἐς τὰς ταλαιπωρίας ἐξαπατήσαντας καὶ τοὺς ὄνους πάντας καταδήσαντας ἀπαλλάσσεσθαι , πρὶν ἢ καὶ ἐπὶ τὸν Ἴστρον ἰθῦσαι Σκύθας λύσοντας τὴν γέφυραν , ἢ καί τι Ἴωσι δόξας τὸ ἡμέας οἷον τε ἔσται ἐξεργάσασθαι .”
ch. 135
4.135.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.133.1 | Hdt. 4.134.2 (English) | >>Hdt. 4.136.1 |